previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[486]

δὲ Οὐεσπασιανὸς πανταχόθεν περιτειχίζων τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἔν τε τῇ Ἱεριχοῖ καὶ ἐν Ἀδίδοις ἐγείρει στρατόπεδα καὶ φρουροὺς ἀμφοτέραις ἐγκαθίστησιν ἔκ τε τοῦ Ῥωμαϊκοῦ καὶ συμμαχικοῦ συντάγματος. [487] πέμπει δὲ καὶ εἰς Γέρασα Λούκιον Ἄννιον παραδοὺς μοῖραν ἱππέων καὶ συχνοὺς πεζούς. [488] μὲν οὖν ἐξ ἐφόδου τὴν πόλιν ἑλὼν ἀποκτείνει μὲν χιλίους τῶν νέων, ὅσοι μὴ διαφυγεῖν ἔφθασαν, γενεὰς δὲ ᾐχμαλωτίσατο καὶ τὰς κτήσεις διαρπάσαι τοῖς στρατιώταις ἐπέτρεψεν: ἔπειτα τὰς οἰκίας ἐμπρήσας ἐπὶ τὰς πέριξ κώμας ἐχώρει. [489] φυγαὶ δ᾽ ἦσαν τῶν δυνατῶν καὶ φθοραὶ τῶν ἀσθενεστέρων, τὸ καταλειφθὲν δὲ πᾶν ἐνεπίμπρατο. [490] καὶ διειληφότος τοῦ πολέμου τήν τε ὀρεινὴν ὅλην καὶ τὴν πεδιάδα πάσας οἱ ἐν τοῖς Ἱεροσολύμοις τὰς ἐξόδους ἀφῄρηντο: τοὺς μέν γε αὐτομολεῖν προαιρουμένους οἱ ζηλωταὶ παρεφυλάσσοντο, τοὺς δὲ οὔπω τὰ Ῥωμαίων φρονοῦντας εἶργεν στρατιὰ πανταχόθεν τὴν πόλιν περιέχουσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: