previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[304]

Ἐπεὶ γὰρ ἔξωθεν ἤδη περιτετειχίκει πάντα τὸν τόπον τῶν Ῥωμαίων, ὡς προείπαμεν, ἡγεμών, καὶ τοῦ μή τινα ἀποδρᾶναι πρόνοιαν ἐπεποίητο τὴν ἀκριβεστάτην, ἐνεχείρει τῇ πολιορκίᾳ μόνον εὑρὼν ἕνα τόπον ἐπιβολὴν χωμάτων δέξασθαι δυνάμενον. [305] μετὰ γὰρ τὸν διατειχίζοντα πύργον τὴν ἀπὸ τῆς δύσεως ὁδὸν ἄγουσαν εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῷ πλάτει καὶ πολὺ προκύπτουσα, τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω: Λευκὴν δ᾽ αὐτὴν ὠνόμαζον. [306] ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν Σίλβας ἐκέλευε τὸν στρατὸν χοῦν ἐπιφέρειν. τῶν δὲ προθύμως καὶ μετὰ πολλῆς χειρὸς ἐργαζομένων στερεὸν εἰς διακοσίους πήχεις ὑψώθη τὸ χῶμα. [307] οὐ μὴν οὔτε βέβαιον οὔτε αὔταρκες ἐδόκει τοῦτο τὸ μέτρον εἶναι τοῖς μηχανήμασιν εἰς ἐπιβάθραν, ἀλλ᾽ ἐπ᾽ αὐτοῦ βῆμα λίθων μεγάλων συνηρμοσμένων ἐποιήθη πεντήκοντα πήχεων εὖρός τε καὶ ὕψος. [308] ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δ᾽ ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι, [309] καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν. [310] ἐν ταὐτῷ δὲ καὶ κριὸν Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλ᾽ οὖν ἀναρρήξας τι μέρος κατήρειψε. [311] φθάνουσι δ᾽ οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι: μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν. [312] δοκοὺς μεγάλας ἐπὶ μῆκος προσεχεῖς ἀλλήλαις κατὰ τὴν τομὴν συνέθεσαν. δύο δὲ ἦσαν τούτων στίχοι παράλληλοι τοσοῦτον διεστῶτες ὅσον εἶναι πλάτος τείχους, καὶ μέσον ἀμφοῖν τὸν χοῦν ἐνεφόρουν. [313] ὅπως δὲ μηδὲ ὑψουμένου τοῦ χώματος γῆ διαχέοιτο, πάλιν ἑτέραις δοκοῖς ἐπικαρσίαις τὰς κατὰ μῆκος κειμένας διέδεον. [314] ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίᾳ τὸ ἔργον παραπλήσιον, τῶν μηχανημάτων δ᾽ αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον. [315] τοῦτο συνιδὼν Σίλβας πυρὶ μᾶλλον αἱρήσειν ἐνόμιζεν τὸ τεῖχος, καὶ τοῖς στρατιώταις προσέταττε λαμπάδας αἰθομένας ἀθρόους ἐσακοντίζειν. [316] τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῇ χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν. [317] ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς Ῥωμαίοις φοβερὸς ἦν: ἄνωθεν γὰρ ἀποστρέφων ἐπ᾽ ἐκείνους ἤλαυνε τὴν φλόγα, καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν: [318] ἔπειτα δ᾽ αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῷ τείχει φέρων αὐτὴν προσέβαλε, καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο. [319] Ῥωμαῖοι μὲν οὖν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθ᾽ ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο, μή τινες αὐτῶν λάθωσιν ἀποδράντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: