previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[405]

Τούτοις δῆμος ἐπείθετο, καὶ μετὰ τοῦ βασιλέως τῆς τε Βερνίκης ἀναβάντες εἰς τὸ ἱερὸν κατήρξαντο τῆς τῶν στοῶν δομήσεως, εἰς δὲ τὰς κώμας οἵ τε ἄρχοντες καὶ βουλευταὶ μερισθέντες τοὺς φόρους συνέλεγον. ταχέως δὲ τὰ τεσσαράκοντα τάλαντα, τοσοῦτον γὰρ ἔλειπεν, ἠθροίσθη. [406] καὶ τοῦ μὲν πολέμου τότε οὕτω τὴν ἀπειλὴν κατεῖχεν Ἀγρίππας, αὖθις δὲ ἐπειρᾶτο πείθειν τὸ πλῆθος ὑπακούειν Φλώρῳ, μέχρις ἀντ᾽ αὐτοῦ πέμψει Καῖσαρ διάδοχον: πρὸς παροξυνθέντες ἐβλασφήμουν εἰς τὸν βασιλέα καὶ τῆς πόλεως αὐτὸν ἐξεκήρυσσον, ἐτόλμων δέ τινες τῶν στασιαστῶν καὶ λίθους ἐπ᾽ αὐτὸν βάλλειν. [407] δὲ βασιλεὺς ἰδὼν τὴν ὁρμὴν ἤδη τῶν νεωτεριζόντων ἀκατάσχετον καὶ χαλεπήνας ἐφ᾽ οἷς προπεπηλάκισται, τοὺς μὲν ἄρχοντας αὐτῶν ἅμα τοῖς δυνατοῖς ἔπεμπε πρὸς Φλῶρον εἰς Καισάρειαν, ἵν᾽ ἐκεῖνος ἐξ αὐτῶν ἀποδείξῃ τοὺς τὴν χώραν φορολογήσοντας, αὐτὸς δὲ ἀνεχώρησεν εἰς τὴν βασιλείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: