previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[389]

Ἔτι βουλόμενον αὐτὸν παρακαλεῖν πάντες ὑπετέμνοντο καὶ πρὸς τὴν πρᾶξιν ἠπείγοντο ἀνεπισχέτου τινὸς ὁρμῆς πεπληρωμένοι, καὶ δαιμονῶντες ἀπῄεσαν ἄλλος πρὸ ἄλλου φθάσαι γλιχόμενος καὶ ταύτην ἐπίδειξιν εἶναι τῆς ἀνδρείας καὶ τῆς εὐβουλίας νομίζοντες, τὸ μή τις ἐν ὑστάτοις γενόμενος ὀφθῆναι: τοσοῦτος αὐτοῖς γυναικῶν καὶ παιδίων καὶ τῆς αὑτῶν σφαγῆς ἔρως ἐνέπεσεν. [390] καὶ μὴν οὐδ᾽ ὅπερ ἄν τις ᾠήθη τῇ πράξει προσιόντες ἠμβλύνθησαν, ἀλλ᾽ ἀτενῆ τὴν γνώμην διεφύλαξαν οἵαν ἔσχον τῶν λόγων ἀκροώμενοι, τοῦ μὲν οἰκείου καὶ φιλοστόργου πάθους ἅπασι παραμένοντος, τοῦ λογισμοῦ δὲ ὡς τὰ κράτιστα βεβουλευκότος τοῖς φιλτάτοις ἐπικρατοῦντος. [391] ὁμοῦ γὰρ ἠσπάζοντο γυναῖκας περιπτυσσόμενοι καὶ τέκνα προσηγκαλίζοντο τοῖς ὑστάτοις φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, [392] ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες. [393] καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν καὶ τέκνα κτεῖναι κακῶν ἔδοξεν εἶναι τὸ κουφότατον. [394] οὔτε δὴ τοίνυν τὴν ἐπὶ τοῖς πεπραγμένοις ὀδύνην ἔτι φέροντες καὶ τοὺς ἀνῃρημένους νομίζοντες ἀδικεῖν εἰ καὶ βραχὺν αὐτοῖς ἔτι χρόνον ἐπιζήσουσι, ταχὺ μὲν τὴν κτῆσιν ἅπασαν εἰς ταὐτὸ σωρεύσαντες πῦρ εἰς αὐτὴν ἐνέβαλον, [395] κλήρῳ δ᾽ ἐξ αὑτῶν ἑλόμενοι δέκα τοὺς ἁπάντων σφαγεῖς ἐσομένους, καὶ γυναικί τις αὑτὸν καὶ παισὶ κειμένοις παραστρώσας καὶ τὰς χεῖρας περιβαλών, παρεῖχον ἑτοίμους τὰς σφαγὰς τοῖς τὴν δύστηνον ὑπουργίαν ἐκτελοῦσιν. [396] οἱ δ᾽ ἀτρέπτως πάντας φονεύσαντες τὸν αὐτὸν ἐπ᾽ ἀλλήλοις τοῦ κλήρου νόμον ὥρισαν, ἵν᾽ λαχὼν τοὺς ἐννέα κτείνας ἑαυτὸν ἐπὶ πᾶσιν ἀνέλῃ: πάντες οὕτως αὑτοῖς ἐθάρρουν μήτ᾽ εἰς τὸ δρᾶν μήτ᾽ εἰς τὸ παθεῖν ἄλλος ἄλλου διαφέρειν. [397] καὶ τέλος οἱ μὲν τὰς σφαγὰς ὑπέθεσαν, δ᾽ εἷς καὶ τελευταῖος τὸ πλῆθος τῶν κειμένων περιαθρήσας, μή πού τις ἔτ᾽ ἐν πολλῷ φόνῳ τῆς αὐτοῦ λείπεται χειρὸς δεόμενος, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν πολὺ τοῖς βασιλείοις ἐνίησιν, ἀθρόᾳ δὲ τῇ χειρὶ δι᾽ αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε. [398] καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν Ῥωμαίοις καταλιπεῖν, [399] ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις Ἐλεαζάρου, φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν διαφέρουσα, καὶ πέντε παιδία τοῖς ὑπονόμοις, οἳ ποτὸν ἦγον ὕδωρ διὰ γῆς, ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων, [400] οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων. [401] καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: