previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπεὶ δ᾽ οὔτε φονεύειν οὔτε διαρπάζειν εἶχεν στρατιὰ πάντων τοῖς θυμοῖς ἐπιλειπόντων, οὐ γὰρ δή γε φειδοῖ τινος ἔμελλον ἀφέξεσθαι δρᾶν ἔχοντες, κελεύει Καῖσαρ ἤδη τήν τε πόλιν ἅπασαν καὶ τὸν νεὼν κατασκάπτειν, πύργους μὲν ὅσοι τῶν ἄλλων ὑπερανειστήκεσαν καταλιπόντας, Φασάηλον Ἱππικὸν Μαριάμμην, τεῖχος δ᾽ ὅσον ἦν ἐξ ἑσπέρας τὴν πόλιν περιέχον, [2] τοῦτο μέν, ὅπως εἴη τοῖς ὑπολειφθησομένοις φρουροῖς στρατόπεδον, τοὺς πύργους δέ, ἵνα τοῖς ἔπειτα σημαίνωσιν οἵας πόλεως καὶ τίνα τρόπον ὀχυρᾶς οὕτως ἐκράτησεν Ῥωμαίων ἀνδραγαθία. [3] τὸν δ᾽ ἄλλον ἅπαντα τῆς πόλεως περίβολον οὕτως ἐξωμάλισαν οἱ κατασκάπτοντες, ὡς μηδεπώποτ᾽ οἰκηθῆναι πίστιν ἂν ἔτι παρασχεῖν τοῖς προσελθοῦσι. [4] τοῦτο μὲν οὖν τὸ τέλος ἐκ τῆς τῶν νεωτερισάντων ἀνοίας Ἱεροσολύμοις ἐγένετο, λαμπρᾷ τε πόλει καὶ παρὰ πᾶσιν ἀνθρώποις διαβοηθείσῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: