previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[506]

δὲ λίμνη Γεννησὰρ μὲν ἀπὸ τῆς προσεχοῦς χώρας καλεῖται, σταδίων δ᾽ εὖρος οὖσα τεσσαράκοντα καὶ πρὸς τούτοις ἑτέρων ἑκατὸν τὸ μῆκος γλυκεῖά τε ὅμως ἐστὶ καὶ ποτιμωτάτη: [507] καὶ γὰρ τῆς ἑλώδους παχύτητος ἔχει τὸ νᾶμα λεπτότερον καθαρά τ᾽ ἐστὶν πάντοθεν αἰγιαλοῖς ἐπιλήγουσα καὶ ψάμμῳ, πρὸς δὲ εὔκρατος ἀρύσασθαι, ποταμοῦ μὲν κρήνης προσηνεστέρα, ψυχροτέρα δὲ κατὰ λίμνης διάχυσιν ἀεὶ μένουσα. [508] τὸ μὲν γὰρ ὕδωρ οὐκ ἀπᾴδει χιόνος ἐξαιθριασθέν, ὅπερ θέρους νυκτὸς ποιεῖν ἔθος τοῖς ἐπιχωρίοις, γένη δὲ ἰχθύων ἐν αὐτῇ διάφορα πρὸς τοὺς ἀλλαχοῦ γεῦσίν τε καὶ ἰδέαν. [509] μέση δ᾽ ὑπὸ τοῦ Ἰορδάνου τέμνεται. καὶ δοκεῖ μὲν Ἰορδάνου πηγὴ τὸ Πάνειον, φέρεται δ᾽ ὑπὸ γῆν εἰς τοῦτο κρυπτῶς ἐκ τῆς καλουμένης Φιάλης: [510] δ᾽ ἐστὶν ἀνιόντων εἰς τὴν Τραχωνῖτιν ἀπὸ σταδίων ἑκατὸν εἴκοσι Καισαρείας τῆς ὁδοῦ κατὰ τὸ δεξιὸν μέρος οὐκ ἄπωθεν. [511] ἐκ μὲν οὖν τῆς περιφερείας ἐτύμως Φιάλη καλεῖται τροχοειδὴς οὖσα λίμνη, μένει δ᾽ ἐπὶ χείλους αὐτῆς ἀεὶ τὸ ὕδωρ μήθ᾽ ὑπονοστοῦν μήθ᾽ ὑπερχεόμενον. [512] ἀγνοούμενος δὲ τέως Ἰορδάνης ἐντεῦθεν ἄρχεσθαι διὰ τοῦ τετραρχήσαντος Τραχωνιτῶν ἠλέγχθη Φιλίππου: [513] βαλὼν γὰρ οὗτος εἰς τὴν Φιάλην ἄχυρα κατὰ τὸ Πάνειον, ἔνθεν ἐδόκουν οἱ παλαιοὶ γεννᾶσθαι τὸν ποταμόν, εὗρεν ἀνενεχθέντα. [514] τοῦ μὲν οὖν Πανείου τὸ φυσικὸν κάλλος ὑπὸ τῆς βασιλικῆς προσεξήσκηται πολυτελείας τῷ Ἀγρίππα πλούτῳ κεκοσμημένον: [515] ἀρχόμενος δὲ φανεροῦ ῥεύματος Ἰορδάνης ἀπὸ τοῦδε τοῦ ἄντρου κόπτει μὲν τὰ τῆς Σεμεχωνίτιδος λίμνης ἕλη καὶ τέλματα, διαμείψας δ᾽ ἑτέρους ἑκατὸν εἴκοσι σταδίους μετὰ πόλιν Ἰουλιάδα διεκπαίει τὴν Γεννησὰρ μέσην, ἔπειτα πολλὴν ἀναμετρούμενος ἐρημίαν εἰς τὴν Ἀσφαλτῖτιν ἔξεισι λίμνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: