previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[466]

Μέχρι μὲν δὴ τούτων Ἰουδαίοις πρὸς τὸ ἀλλόφυλον ἦσαν προσβολαί, κατατρέχοντες δὲ εἰς Σκυθόπολιν τοὺς παρ᾽ ἐκείνοις Ἰουδαίους ἐπείρασαν πολεμίους: ταξάμενοι γὰρ μετὰ τῶν Σκυθοπολιτῶν καὶ τῆς ἑαυτῶν ἀσφαλείας ἐν δευτέρῳ θέμενοι τὴν συγγένειαν ὁμόσε τοῖς ὁμοφύλοις ἐχώρουν. ὑπωπτεύθη δ᾽ αὐτῶν καὶ τὸ λίαν πρόθυμον: [467] οἱ γοῦν Σκυθοπολῖται δείσαντες μὴ νύκτωρ ἐπιχειρήσωσι τῇ πόλει καὶ μετὰ μεγάλης αὐτῶν συμφορᾶς τοῖς οἰκείοις ἀπολογήσωνται περὶ τῆς ἀποστάσεως, ἐκέλευον αὐτούς, εἰ βούλονται τὴν ὁμόνοιαν βεβαιῶσαι καὶ τὸ πρὸς τοὺς ἀλλοεθνεῖς πιστὸν ἐπιδείξασθαι, μεταβαίνειν ἅμα ταῖς γενεαῖς εἰς τὸ ἄλσος. [468] τῶν δὲ ποιησάντων τὸ προσταχθὲν χωρὶς ὑποψίας. δύο μὲν ἡμέρας ἠρέμησαν οἱ Σκυθοπολῖται τὴν πίστιν αὐτῶν δελεάζοντες, τῇ δὲ τρίτῃ νυκτὶ παρατηρήσαντες τοὺς μὲν ἀφυλάκτους οὓς δὲ κοιμωμένους ἅπαντας ἀπέσφαξαν ὄντας τὸν ἀριθμὸν ὑπὲρ μυρίους καὶ τρισχιλίους, τὰς δὲ κτήσεις διήρπασαν ἁπάντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: