previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[59]

δ᾽ ὑπὸ Οὐεσπασιανοῦ πεμφθεῖσα Σεπφωρίταις βοήθεια, χίλιοι μὲν ἱππεῖς ἑξακισχίλιοι δὲ πεζοί, Πλακίδου χιλιαρχοῦντος αὐτῶν ἐν τῷ μεγάλῳ πεδίῳ στρατοπεδευσάμενοι διαιροῦνται, καὶ τὸ μὲν πεζὸν ἐν τῇ πόλει πρὸς φυλακὴν αὐτῆς, τὸ δ᾽ ἱππικὸν ἐπὶ τῆς παρεμβολῆς αὐλίζεται. [60] προϊόντες δὲ ἑκατέρωθεν συνεχῶς καὶ τὰ πέριξ τῆς χώρας κατατρέχοντες μεγάλα τοὺς περὶ τὸν Ἰώσηπον ἐκάκουν ἀτρεμοῦντα τάς τε πόλεις ἔξωθεν λῃζόμενοι καὶ προθέοντας ὁπότε θαρρήσειαν ἀνακόπτοντες. [61] ὥρμησέ γε μὴν Ἰώσηπος ἐπὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας, ἣν αὐτὸς πρὶν ἀποστῆναι Γαλιλαίων ἐτείχισεν ὡς καὶ Ῥωμαίοις δυσάλωτον εἶναι: διὸ καὶ τῆς ἐλπίδος ἀφήμαρτεν τοῦ τε βιάζεσθαι καὶ τοῦ μεταπείθειν Σεπφωρίτας ἀσθενέστερος εὑρεθείς. [62] παρώξυνεν δὲ μᾶλλον τὸν πόλεμον ἐπὶ τὴν χώραν, καὶ οὔτε νύκτωρ οὔτε μεθ᾽ ἡμέραν ὀργῇ τῆς ἐπιβολῆς οἱ Ῥωμαῖοι διέλιπον δῃοῦντες αὐτῶν τὰ πεδία καὶ διαρπάζοντες τὰ ἐπὶ τῆς χώρας κτήματα, καὶ κτείνοντες μὲν ἀεὶ τὸ μάχιμον, ἀνδραποδιζόμενοι δὲ τοὺς ἀσθενεῖς. [63] πυρὶ δὲ Γαλιλαία καὶ αἵματι πεπλήρωτο πᾶσα πάθους τε οὐδενὸς συμφορᾶς ἀπείρατος ἦν: μία γὰρ καταφυγὴ διωκομένοις αἱ ὑπὸ τοῦ Ἰωσήπου τειχισθεῖσαι πόλεις ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: