This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[155]
Καὶ δὴ μεταπεμψάμενοι μίαν τῶν ἀρχιερατικῶν φυλήν,
Ἐνιάχιν καλεῖται, διεκλήρουν ἀρχιερέα, λαγχάνει δ᾽ ἀπὸ τύχης ὁ
μάλιστα διαδείξας αὐτῶν τὴν παρανομίαν, Φαννί τις ὄνομα, υἱὸς
Σαμουήλου κώμης Ἀφθίας, ἀνὴρ οὐ μόνον οὐκ ἐξ ἀρχιερέων, ἀλλ᾽
οὐδ᾽ ἐπιστάμενος σαφῶς τί ποτ᾽ ἦν ἀρχιερωσύνη δι᾽ ἀγροικίαν.
[156]
ἀπὸ γοῦν τῆς χώρας αὐτὸν ἄκοντα σύραντες ὥσπερ ἐπὶ σκηνῆς
ἀλλοτρίῳ κατεκόσμουν προσωπείῳ τήν τ᾽ ἐσθῆτα περιτιθέντες τὴν
ἱερὰν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ διδάσκοντες.
[157]
χλεύη δ᾽ ἦν
ἐκείνοις καὶ παιδιὰ τὸ τηλικοῦτον ἀσέβημα, τοῖς δ᾽ ἄλλοις ἱερεῦσιν
ἐπιθεωμένοις πόρρωθεν παιζόμενον τὸν νόμον δακρύειν ἐπῄει καὶ
κατέστενον τὴν τῶν ἱερῶν τιμῶν κατάλυσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.