previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60]

Τότε καὶ ποιμήν τις ἀντιποιηθῆναι βασιλείας ἐτόλμησεν: Ἀθρογγαῖος ἐκαλεῖτο, προυξένει δ᾽ αὐτῷ τὴν ἐλπίδα σώματος ἰσχὺς καὶ ψυχὴ θανάτου καταφρονοῦσα, πρὸς δὲ τούτοις ἀδελφοὶ τέσσαρες ὅμοιοι. [61] τούτων ἑκάστῳ λόχον ὑποζεύξας ἔνοπλον ὥσπερ στρατηγοῖς ἐχρῆτο καὶ σατράπαις ἐπὶ τὰς καταδρομάς, αὐτὸς δὲ καθάπερ βασιλεὺς τῶν σεμνοτέρων ἥπτετο πραγμάτων. [62] τότε μὲν οὖν ἑαυτῷ περιτίθησιν διάδημα, διέμεινεν δ᾽ ὕστερον οὐκ ὀλίγον χρόνον τὴν χώραν κατατρέχων σὺν τοῖς ἀδελφοῖς: καὶ τὸ κτείνειν αὐτοῖς προηγούμενον ἦν Ῥωμαίους τε καὶ τοὺς βασιλικούς, διέφευγεν δὲ οὐδὲ Ἰουδαίων εἴ τις εἰς χεῖρας ἔλθοι φέρων κέρδος. [63] ἐτόλμησαν δέ ποτε Ῥωμαίων λόχον ἄθρουν περισχεῖν κατ᾽ Ἀμμαοῦντα: σῖτα δ᾽ οὗτοι καὶ ὅπλα διεκόμιζον τῷ τάγματι. τὸν μὲν οὖν ἑκατοντάρχην αὐτῶν Ἄρειον καὶ τεσσαράκοντα τοὺς γενναιοτάτους κατηκόντισαν, οἱ δὲ λοιποὶ κινδυνεύοντες ταὐτὸ παθεῖν Γράτου σὺν τοῖς Σεβαστηνοῖς ἐπιβοηθήσαντος ἐξέφυγον. [64] πολλὰ τοιαῦτα τοὺς ἐπιχωρίους καὶ τοὺς ἀλλοφύλους παρ᾽ ὅλον τὸν πόλεμον ἐργασάμενοι μετὰ χρόνον οἱ μὲν τρεῖς ἐχειρώθησαν, ὑπ᾽ Ἀρχελάου μὲν πρεσβύτατος, οἱ δ᾽ ἑξῆς δύο Γράτῳ καὶ Πτολεμαίῳ περιπεσόντες: δὲ τέταρτος Ἀρχελάῳ προσεχώρησεν κατὰ δεξιάν. [65] τοῦτο μὲν δὴ τὸ τέλος ὕστερον αὐτοὺς ἐξεδέχετο, τότε δὲ λῃστρικοῦ πολέμου τὴν Ἰουδαίαν πᾶσαν ἐνεπίμπλασαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: