This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[192]
Ἰουδαῖοι δὲ μετὰ γυναικῶν καὶ τέκνων ἀθροισθέντες εἰς τὸ
πεδίον τὸ πρὸς Πτολεμαΐδι καθικέτευον τὸν Πετρώνιον ὑπὲρ τῶν
πατρίων νόμων πρῶτον, ἔπειτα ὑπὲρ αὑτῶν. ὁ δὲ πρός τε τὸ
πλῆθος καὶ τὰς δεήσεις ἐνδοὺς τοὺς μὲν ἀνδριάντας καὶ τὰς στρατιὰς
ἐν Πτολεμαΐδι λείπει,
[193]
προελθὼν δὲ εἰς τὴν Γαλιλαίαν καὶ
συγκαλέσας τό τε πλῆθος καὶ τοὺς γνωρίμους πάντας εἰς Τιβεριάδα
τήν τε Ῥωμαίων διεξῄει δύναμιν καὶ τὰς Καίσαρος ἀπειλάς, ἔτι δὲ
τὴν ἀξίωσιν ἀπέφαινεν ἀγνώμονα:
[194]
πάντων γὰρ τῶν ὑποτεταγμένων
ἐθνῶν κατὰ πόλιν συγκαθιδρυκότων τοῖς ἄλλοις θεοῖς καὶ τὰς Καίσαρος
εἰκόνας τὸ μόνους ἐκείνους ἀντιτάσσεσθαι πρὸς τοῦτο σχεδὸν
ἀφισταμένων εἶναι καὶ μεθ᾽ ὕβρεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.