previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[249]

Τίτος δὲ ἀνεχώρησεν εἰς τὴν Ἀντωνίαν διεγνωκὼς τῆς ἐπιούσης ἡμέρας ὑπὸ τὴν ἕω μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν. [250] τοῦ δ᾽ ἄρα κατεψήφιστο μὲν τὸ πῦρ θεὸς πάλαι, παρῆν δ᾽ εἱμαρμένη χρόνων περιόδοις ἡμέρα δεκάτη Λώου μηνός, καθ᾽ ἣν καὶ πρότερον ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἐνεπρήσθη. [251] λαμβάνουσι δ᾽ αἱ φλόγες ἐκ τῶν οἰκείων τὴν ἀρχὴν καὶ τὴν αἰτίαν: ὑποχωρήσαντος γὰρ τοῦ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν τοῖς Ῥωμαίοις ἐπιτίθενται, καὶ τῶν τοῦ ναοῦ φρουρῶν γίνεται συμβολὴ πρὸς τοὺς σβεννύντας τὸ πῦρ τοῦ ἔνδοθεν ἱεροῦ, οἳ τρεψάμενοι τοὺς Ἰουδαίους μέχρι τοῦ ναοῦ παρηκολούθουν. [252] ἔνθα δὴ τῶν στρατιωτῶν τις οὔτε παράγγελμα περιμείνας οὔτ᾽ ἐπὶ τηλικούτῳ δείσας ἐγχειρήματι, δαιμονίῳ ὁρμῇ τινι χρώμενος ἁρπάζει μὲν ἐκ τῆς φλεγομένηςφλογός, ἀνακουφισθεὶς δὲ ὑπὸ συστρατιώτου τὸ πῦρ ἐνίησι θυρίδι χρυσῇ, καθ᾽ ἣν εἰς τοὺς περὶ τὸν ναὸν οἴκους εἰσιτὸν ἦν ἐκ τοῦ βορείου κλίματος. [253] αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγὴ τοῦ πάθους ἀξία, καὶ πρὸς τὴν ἄμυναν συνέθεον, οὔτε τοῦ ζῆν ἔτι φειδὼ λαμβάνοντες οὔτε ταμιευόμενοι τὴν ἰσχύν, δι᾽ φυλακτικοὶ πρότερον ἦσαν οἰχομένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: