This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
Διατρίβων δ᾽ αὐτόθι τὴν τἀδελφοῦ γενέθλιον ἡμέραν
ἐπιφανῶς ἑώρταζε, πολὺ καὶ τῆς τῶν Ἰουδαίων κολάσεως εἰς
τὴν ἐκείνου τιμὴν ἀνατιθείς.
[38]
ὁ γὰρ ἀριθμὸς τῶν ἔν τε ταῖς πρὸς
τὰ θηρία μάχαις καὶ τῶν καταπιμπραμένων ἔν τε ταῖς ἀλληλοκτονίαις
ἀναιρουμένων πεντακοσίους ἐπὶ τοῖς δισχιλίοις ὑπερέβαλε.
πάντα μέντοι Ῥωμαίοις ἐδόκει ταῦτα μυρίοις αὐτῶν ἀπολλυμένων
τρόποις ἐλάττων κόλασις εἶναι.
[39]
μετὰ τοῦτο Καῖσαρ εἰς Βηρυτὸν
ἧκεν: ἡ δ᾽ ἐστὶν ἐν τῇ Φοινίκῃ πόλις Ῥωμαίων ἄποικος: κἀνταῦθα
χρονιωτέραν ἐποιήσατο τὴν ἐπιδημίαν πλείονι χρώμενος
τῇ λαμπρότητι περὶ τὴν τοῦ πατρὸς ἡμέραν γενέθλιον ἔν τε ταῖς
τῶν θεωριῶν πολυτελείαις καὶ κατὰ τὴν ἄλλην ἐπίνοιαν τῶν ἄλλων
ἀναλωμάτων.
[40]
τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸν αὐτὸν τρόπον
ὡς πρόσθεν ἀπώλλυτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.