This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[262]
Ἔταξεν μὲν οὖν οὕτως ἑκάτερον: τὸ δ᾽ ἀργὸν ἀπὸ τῆς
πόλεως: πλῆθος, γύναια καὶ παῖδες, ὡς ἐθεάσαντο τριπλῇ μὲν
φάλαγγι τὴν πόλιν ἐζωσμένην, οὐδὲν γὰρ εἰς τὴν μάχην μετακεκίνητο
τῶν πάλαι φυλακῶν, πρὸς δὲ τοῖς βεβλημένοις τείχεσιν τοὺς
πολεμίους ξιφήρεις καὶ τὴν καθύπερθεν ὀρεινὴν λαμπομένην ὅπλοις,
τά τε βέλη τοῖς τοξόταις ἐπανέχοντα τῶν Ἀράβων, ὕστατόν τινα
κωκυτὸν ἁλώσεως συνήχησαν ὡς οὐκ ἀπειλουμένων ἔτι τῶν κακῶν
ἀλλ᾽ ἤδη παρόντων.
[263]
ὁ δὲ Ἰώσηπος τὰς μὲν γυναῖκας, ὡς μὴ θηλύνοιεν
οἴκτῳ τὰς ὁρμὰς τῶν σφετέρων, κατακλείει ταῖς οἰκίαις μετ᾽
ἀπειλῆς ἡσυχάζειν κελεύσας: αὐτὸς δὲ ἐπὶ τῶν ἐρειφθέντων ᾗ
ἔλαχεν παρῄει.
[264]
τοῖς μὲν οὖν καθ᾽ ἕτερα προσφέρουσι τὰς κλίμακας
οὐ προσεῖχεν, ἀπεκαραδόκει δὲ τὴν ὁρμὴν τῶν βελῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.