This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[439]
Οἱ μὲν δὴ ταπεινότεροι τοιαῦτα πρὸς τῶν δορυφόρων ἔπασχον,
οἱ δ᾽ ἐν ἀξιώματι καὶ πλούτῳ πρὸς τοὺς τυράννους ἀνήγοντο.
τούτων οἱ μὲν ἐπιβουλὰς ψευδεῖς ἐπικαλούμενοι διεφθείροντο, οἱ
δὲ ὡς προδιδοῖεν Ῥωμαίοις τὴν πόλιν, τὸ δ᾽ ἑτοιμότατον ἦν μηνυτὴς
ὑπόβλητος ὡς αὐτομολεῖν διεγνωκότων.
[440]
ὁ δ᾽ ὑπὸ Σίμωνος
γυμνωθεὶς πρὸς Ἰωάννην ἀνεπέμπετο, καὶ τὸν ὑπὸ Ἰωάννου σεσυλημένον
ὁ Σίμων μετελάμβανεν: ἀντιπροέπινον δὲ ἀλλήλοις τὸ αἷμα
τῶν δημοτῶν καὶ τὰ πτώματα τῶν ἀθλίων διεμερίζοντο.
[441]
καὶ τοῦ
μὲν κρατεῖν στάσις ἦν ἐν ἀμφοτέροις, τῶν δ᾽ ἀσεβημάτων ὁμόνοια:
καὶ γὰρ ὁ μὴ μεταδοὺς ἐκ τῶν ἀλλοτρίων κακῶν θατέρῳ μονοτρόπως
ἐδόκει πονηρός, καὶ ὁ μὴ μεταλαβὼν ὡς ἀγαθοῦ τινος ἤλγει
τὸν νοσφισμὸν τῆς ὠμότητος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.