This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[187]
Ἀντίπατρος δὲ μετὰ τὴν Πομπηίου τελευτὴν μεταβὰς ἐθεράπευεν
Καίσαρα, κἀπειδὴ Μιθριδάτης ὁ Περγαμηνὸς μεθ᾽ ἧς
ἦγεν ἐπ᾽ Αἴγυπτον δυνάμεως εἰργόμενος τῶν κατὰ τὸ Πηλούσιον
ἐμβολῶν ἐν Ἀσκάλωνι κατείχετο, τούς τε Ἄραβας ξένος ὢν ἔπεισεν
ἐπικουρῆσαι καὶ αὐτὸς ἧκεν ἄγων Ἰουδαίων εἰς τρισχιλίους ὁπλίτας.
[188]
παρώρμησεν δὲ καὶ τοὺς ἐν Συρίᾳ δυνατοὺς ἐπὶ τὴν βοήθειαν τόν
τε ἔποικον τοῦ Λιβάνου Πτολεμαῖον καὶ Ἰάμβλιχον, δι᾽ οὓς αἱ
ταύτῃ πόλεις ἑτοίμως συνεφήψαντο τοῦ πολέμου.
[189]
καὶ θαρρῶν ἤδη
Μιθριδάτης τῇ προσγενομένῃ δι᾽ Ἀντίπατρον ἰσχύι πρὸς τὸ Πηλούσιον
ἐξελαύνει κωλυόμενός τε διελθεῖν ἐπολιόρκει τὴν πόλιν.
γίνεται δὲ κἀν τῇ προσβολῇ διασημότατος Ἀντίπατρος: τὸ γὰρ κατ᾽
αὐτὸν μέρος τοῦ τείχους διαρρήξας πρῶτος εἰσεπήδησεν εἰς τὴν
πόλιν μετὰ τῶν σὺν αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.