This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[445]
Κληρονομοῦσι δὲ τῆς μητρῴας οἱ παῖδες ὀργῆς καὶ
τοῦ μύσους ἔννοιαν λαμβάνοντες ὡς πολέμιον ὑφεώρων τὸν πατέρα,
καὶ τὸ πρότερον μὲν ἐπὶ Ῥώμης παιδευόμενοι, πλέον δ᾽ ὡς εἰς
Ἰουδαίαν ὑπέστρεψαν: συνηνδροῦτο δ᾽ αὐτῶν ταῖς ἡλικίαις ἡ διάθεσις.
[446]
καὶ ἐπειδὴ γάμων ἔχοντες ὥραν ὁ μὲν τῆς τηθίδος Σαλώμης,
ἣ τῆς μητρὸς αὐτῶν κατηγόρησεν, ὁ δ᾽ ἔγημεν Ἀρχελάου τοῦ
Καππαδόκων βασιλέως θυγατέρα, προσελάμβανον ἤδη τῷ μίσει καὶ
παρρησίαν.
[447]
ἐκ δὲ τοῦ θράσους αὐτῶν ἀφορμὰς οἱ διαβάλλοντες
ἐλάμβανον, καὶ φανερώτερον ἤδη τῷ βασιλεῖ διελέγοντό τινες ὡς
ἐπιβουλεύοιτο μὲν ὑπ᾽ ἀμφοτέρων τῶν υἱῶν, ὁ δὲ Ἀρχελάῳ κηδεύσας
καὶ φυγὴν παρασκευάζοιτο τῷ πενθερῷ πεποιθώς, ἵν᾽ ἐπὶ
Καίσαρος αὐτοῦ κατηγορήσειεν.
[448]
ἀναπλησθεὶς δὲ τῶν διαβολῶν
Ἡρώδης ὥσπερ ἐπιτείχισμα τοῖς υἱοῖς κατάγει τὸν ἐκ τῆς Δωρίδος
Ἀντίπατρον καὶ πάντα τρόπον προτιμᾶν ἄρχεται.
[449]
Τοῖς δ᾽ ἀφόρητος ἦν ἡ μεταβολή, καὶ τὸν ἐξ ἰδιώτιδος
μητρὸς ὁρῶντες προκόπτοντα διὰ τὴν ἑαυτῶν εὐγένειαν οὐκ ἐκράτουν
τῆς ἀγανακτήσεως, ἐφ᾽ ἑκάστου δὲ τῶν ἀνιαρῶν τὴν ὀργὴν
ἐξέφαινον,
[450]
ὥσθ᾽ οἱ μὲν καθ᾽ ἡμέραν προσίσταντο μᾶλλον, ὁ δ᾽
Ἀντίπατρος ἤδη καὶ δι᾽ αὑτὸν ἐσπουδάζετο, δεινότατος μὲν ὢν ἐν
ταῖς πρὸς τὸν πατέρα κολακείαις, διαβολὰς δὲ κατὰ τῶν ἀδελφῶν
ποικίλας ἐνσκευαζόμενος καὶ τὰ μὲν αὐτὸς λογοποιῶν, τὰ δὲ τοὺς
ἐπιτηδείους φημίζειν καθιείς, μέχρι παντάπασιν τοὺς ἀδελφοὺς
ἀπέρρηξεν τῆς βασιλικῆς ἐλπίδος:
[451]
καὶ γὰρ ἐν ταῖς διαθήκαις καὶ
φανερῶς αὐτὸς ἦν ἤδη διάδοχος: ὡς βασιλεὺς γοῦν ἐπέμφθη καὶ
πρὸς Καίσαρα τῷ τε κόσμῳ καὶ ταῖς ἄλλαις θεραπείαις πλὴν διαδήματος
χρώμενος. χρόνῳ δ᾽ ἐξίσχυσεν εἰσαγαγεῖν ἐπὶ τὴν Μαριάμμης
κοίτην τὴν μητέρα. δυσὶ δ᾽ ὅπλοις κατὰ τῶν ἀδελφῶν χρώμενος,
κολακείᾳ καὶ διαβολῇ, τὸν βασιλέα καὶ περὶ θανάτου τῶν
υἱῶν ὑπειργάσατο.
[452]
Τὸν γοῦν Ἀλέξανδρον σύρας μέχρι Ῥώμης ὁ πατὴρ τῆς ἐφ᾽
ἑαυτῷ φαρμακείας ἔκρινεν ἐπὶ Καίσαρος. ὁ δ᾽ εὑρὼν μόλις ὀλοφυρμοῦ
παρρησίαν καὶ δικαστὴν ἐμπειρότατον Ἀντιπάτρου καὶ
Ἡρώδου φρονιμώτερον, τὰ μὲν ἁμαρτήματα τοῦ πατρὸς αἰδημόνως
ὑπεστείλατο, τὰς δ᾽ αὐτοῦ διαβολὰς ἰσχυρῶς ἀπελύσατο.
[453]
καθαρὸν
δὲ καὶ τὸν ἀδελφὸν ἀποδείξας κοινωνοῦντα τῶν κινδύνων, οὕτως
ἤδη τό τε Ἀντιπάτρου πανοῦργον καὶ τὴν αὐτῶν ἀτιμίαν ἀπωδύρετο.
συνήργει δ᾽ αὐτῷ μετὰ καθαροῦ τοῦ συνειδότος ἡ περὶ
λόγους ἰσχύς: ἦν γὰρ δὴ δεινότατος εἰπεῖν.
[454]
καὶ τὸ τελευταῖον
φάμενος ὡς τῷ πατρὶ κτείνειν αὐτοὺς ἔστιν † ἡδὺ καὶ προτίθεται
τὸ ἔγκλημα, προήγαγεν μὲν εἰς δάκρυα πάντας, τὸν δὲ Καίσαρα
διέθηκεν οὕτως ὡς ἀπογνῶναι μὲν αὐτῶν τὰ κατηγορημένα, διαλλάξαι
δὲ Ἡρώδην εὐθέως. αἱ διαλλαγαὶ δ᾽ ἐπὶ τούτοις ἦσαν, ὥστε
ἐκείνους μὲν τῷ πατρὶ πάντα πειθαρχεῖν, τὸν δὲ τὴν βασιλείαν
καταλιπεῖν ᾧ βούλεται.
[455]
Μετὰ ταῦτα δ᾽ ἀπὸ Ῥώμης ὑπέστρεφεν ὁ βασιλεύς, τῶν
μὲν ἐγκλημάτων ἀφιέναι τοὺς υἱοὺς δοκῶν, τῆς δ᾽ ὑπονοίας οὐκ
ἀπηλλαγμένος: παρηκολούθει γὰρ Ἀντίπατρος ἡ τοῦ μίσους ὑπόθεσις.
ἀλλ᾽ εἴς γε τὸ φανερὸν τὴν ἀπέχθειαν οὐκ ἐξέφερεν τὸν
διαλλακτὴν αἰδούμενος.
[456]
ὡς δὲ τὴν Κιλικίαν παραπλέων κατῆρεν
εἰς Ἐλεοῦσαν, ἑστιᾷ μὲν αὐτὸν φιλοφρόνως Ἀρχέλαος ὑπὲρ τῆς τοῦ
γαμβροῦ σωτηρίας εὐχαριστῶν καὶ ταῖς διαλλαγαῖς ἐφηδόμενος, ὡς
ἂν καὶ τάχιον γεγραφὼς τοῖς ἐπὶ Ῥώμης φίλοις συλλαμβάνεσθαι
περὶ τὴν δίκην Ἀλεξάνδρῳ: προπέμπει δὲ μέχρι Ζεφυρίου δῶρα
δοὺς μέχρι τριάκοντα ταλάντων.
[457]
Ὡς δ᾽ εἰς Ἱεροσόλυμα Ἡρώδης ἀφικνεῖται, συναγαγὼν τὸν
λαὸν καὶ τοὺς τρεῖς υἱοὺς παραστησάμενος ἀπελογεῖτο περὶ τῆς
ἀποδημίας, καὶ πολλὰ μὲν εὐχαρίστει τῷ θεῷ, πολλὰ δὲ Καίσαρι
καταστησαμένῳ τὸν οἶκον αὐτοῦ τεταραγμένον καὶ μεῖζόν τι τοῖς
υἱοῖς βασιλείας παρασχόντι τὴν ὁμόνοιαν,
[458]
ἣν αὐτός, ἔφη, συναρμόσω
μᾶλλον: ὁ μὲν γὰρ ἐμὲ κύριον τῆς ἀρχῆς καὶ δικαστὴν διαδόχου
κατέστησεν, ἐγὼ δὲ μετὰ τοῦ συμφέροντος ἐμαυτῷ κἀκεῖνον
ἀμείβομαι. τούσδε τοὺς τρεῖς παῖδας ἀποδείκνυμι βασιλεῖς, καὶ
τῆς γνώμης πρῶτον τὸν θεὸν σύμψηφον, ἔπειτα καὶ ὑμᾶς παρακαλῶ
γενέσθαι. τῷ μὲν γὰρ ἡλικία, τοῖς δ᾽ εὐγένεια τὴν διαδοχὴν
προξενεῖ, τό γε μὴν μέγεθος τῆς βασιλείας ἀρκεῖ καὶ πλείοσιν.
[459]
οὓς δὲ Καῖσαρ μὲν ἥνωσεν, καθίστησιν δὲ πατήρ, ὑμεῖς τηρήσατε
μήτε ἀδίκους μήτε ἀνωμάλους τὰς τιμὰς διδόντες, ἑκάστῳ δὲ κατὰ
τὸ πρεσβεῖον: οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τις τὸν παρ᾽ ἡλικίαν θεραπευόμενον,
ὅσον ὀδυνήσει τὸν ἀτιμούμενον.
[460]
οὕς γε μὴν ἑκάστῳ
συνεῖναι δεήσει συγγενεῖς καὶ φίλους, ἐγὼ διανεμῶ καὶ τῆς ὁμονοίας
ἐγγυητὰς ἐκείνους καταστήσομαι, σαφῶς ἐπιστάμενος ὅτι τὰς στάσεις
καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν συνδιατριβόντων κακοήθειαι,
κἂν ὦσιν οὗτοι χρηστοί, τηροῦσιν τὰς στοργάς.
[461]
ἀξιῶ δ᾽ οὐ
μόνον τούτους ἀλλὰ καὶ τοὺς ἐν τῇ στρατιᾷ μου ταξιάρχους ἐν ἐμοὶ
μόνον τὰς ἐλπίδας ἔχειν ἐπὶ τοῦ παρόντος: οὐ γὰρ βασιλείαν, ἀλλὰ
τιμὴν βασιλείας τοῖς υἱοῖς παραδίδωμι, καὶ τῶν μὲν ἡδέων ὡς
ἄρχοντες ἀπολαύσουσιν, τὸ βάρος δὲ τῶν πραγμάτων ἐμόν ἐστιν,
κἂν μὴ θέλω.
[462]
σκεπτέσθω δ᾽ ἕκαστος τήν τε ἡλικίαν μου καὶ τὴν
ἀγωγὴν τοῦ βίου καὶ τὴν εὐσέβειαν: οὔτε γὰρ οὕτως εἰμὶ γέρων
ὥστ᾽ ἂν ἀπελπισθῆναι ταχέως, οὔτε εἰς τρυφὴν ἐκδιαιτώμενος, ἣ
καὶ νέους ἐπιτέμνεται: τὸ δὲ θεῖον οὕτως τεθεραπεύκαμεν ὥστ᾽
ἂν ἐπὶ μήκιστον βίου προελθεῖν.
[463]
ὁ δὴ τοὺς ἐμοὺς παῖδας θεραπεύων
ἐπὶ τῇ ἐμῇ καταλύσει δώσει μοι καὶ περὶ ἐκείνων δίκας:
οὐ γὰρ ἐγὼ φθονῶν τοῖς ἐξ ἐμοῦ γεγενημένοις ἀνακόπτω τὴν εἰς
αὐτοὺς φιλοτιμίαν, ἐπιστάμενος δὲ τοῖς νέοις γίνεσθαι τὰς σπουδὰς
θράσους ἐφόδιον.
[464]
εἴ γε μὴν ἕκαστος ἐνθυμηθείη τῶν προσιόντων,
ὅτι χρηστὸς μὲν ὢν παρ᾽ ἐμοῦ λήψεται τὴν ἀμοιβήν, στασιάζων δὲ
καὶ παρὰ τῷ θεραπευομένῳ τὸ κακόηθες ἀνόνητον ἕξει, πάντας οἶμαι
τὰ ἐμὰ φρονήσειν, τουτέστιν τὰ τῶν ἐμῶν υἱῶν: καὶ γὰρ τούτοις
συμφέρει κρατεῖν ἐμὲ κἀμοὶ τούτους ὁμονοεῖν.
[465]
ὑμεῖς δέ, ὦ παῖδες
ἀγαθοί, πρῶτον μὲν ἐνθυμούμενοι τὴν ἱερὰν φύσιν, ἧς καὶ παρὰ
θηρίοις αἱ στοργαὶ μένουσιν, ἔπειτα τὸν ποιησάμενον ἡμῶν τὰς
διαλλαγὰς Καίσαρα, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα,
μείνατε ἀδελφοί. δίδωμι δὲ ὑμῖν ἐσθῆτα ἤδη καὶ θεραπείαν
βασιλικήν: ἐπεύχομαι δὲ καὶ τῷ θεῷ τηρῆσαι τὴν ἐμὴν
κρίσιν,
[466]
ἂν ὁμονοῆτε.” ταῦτ᾽ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν
υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους
τοῖς εἰρημένοις, ὅσοι δ᾽ ἐπεθύμουν μεταβολῆς, μηδ᾽ ἀκηκοέναι προσποιουμένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.