previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13.

Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν
εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξῖνος ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ᾽ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου τὴν ὀρθὴν γωνίαν: ὑποτείνουσα τείνουσα ἴσον δύναται ταῖς περιεχούσαις:

ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
κλεινὸς ἐφ᾽: κλεινὴν ἤγαγε βουθυσίην.
ἦν δὲ καὶ ὀλιγοπότης Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ᾽ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: