This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
71. πόσῳ γὰρ τούτων βελτίων Γοργίας ὁ Λεοντῖνος,
περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρι᾽ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, ‘ οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.’ Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων ‘ Γοργίας,’ φησίν, ‘ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρ᾽ ἐτῶν, ἔφη ' τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.'’ Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος,
[p. 488]
ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ᾽ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, ‘τὰ δίκαια πράττων,’ εἶπε, ‘ πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.’ Καρύστιος δ᾽ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν ‘ Κηφισόδωρος,’ φησίν, ‘ὁ Θηβαῖος Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν
καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ᾽ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα: γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.