previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντοςἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις: ὧν τὰς ὑπολειπομένας διελόμενοι μὲν Πλούταρχος ἔφη: “τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. πολέμων γοῦν εἴτε Σάμιος Σικυώνιος εἴτ᾽ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ᾽ ἄλλων πόλεων ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος Κρατήτειος εἴρηκε γράψας περὶ παρασίτων φησὶν οὕτως: “τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν ἐν ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ᾽ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως: ‘τὰ δ᾽ ἐπιμήνια θυέτω ἱερεὺς μετὰ τῶν [p. 56] παρασίτων, οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια, ὃσδ᾽ ἂν μὴ 'θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.’ ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται: ‘ καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος. τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.’ ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε: ‘ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος ... στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.’ κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται: ‘ θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.’ Κλέαρχος δ᾽ Σολεύς, εἷς δ᾽ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: ‘ ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.’ Κλείδημος δ᾽ ἐν τῇ Ἀτθίδι φησίκαὶ παράσιτοι δ᾽ ᾑρέθησαν [p. 58] τῷ Ἠρακλεῖ.’ καὶ Θεμίσων δ᾽ ἐν Παλληνίδι: ‘ ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: