previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. Ἀρίστιππος δὲ κατ᾽ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις: καὶ ὀνειδιζόμενος ὑπὸ Ἱκέτου ὅτισὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται,’ ἀπεκρίνατο: ‘ ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος.’ τοῦ δὲ Διογένους εἰπόντος αὐτῷἈρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ, κύνιζε οὖν, ‘τί δὲ ὡς ἐγώ, πέπαυσοκαὶ Ἀρίστιππος: ‘ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν πρότερον ᾤκησαν ἄλλοι;’ ‘οὐ γάρἔφη. ‘τί δὲ ναῦν ἐν πολλοὶ πεπλεύκασιν; οὐδὲ τοῦτο ἔφη. οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν πολλοὶ κέχρηνται.’ Νυμφόδωρος δ᾽ Συρακόσιος ἐν τῷ περὶ τῶν ἐν [p. 176] Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δ᾽ ἐν Μακεδόσιν Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων

εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
Κορίνθιαι:: Λαῒς μὲν ἡδὶ Μεγακλέους.
Τίμαιος δ᾽ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων: καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. δείκνυσθαι δ᾽ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε:

τῆσδὲ ποθ᾽ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου,
Λαίδος: ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος:
κεῖται δ᾽ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ,’”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: