previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

72.ἐπὶ τούτοις οὐχ ἡσθεὶς Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών:

ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
θεοῖσιν ἐχθρὸς
Μυρτίλος: ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε :

τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
ἐπεὶ δὲ πεπαιδευμένος ἦν νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε:

παῖς ὢν μετ᾽ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
Σύρος τὸ γένος ὤν. περιτυχὼν δ᾽ ἡμῖν ὁδὶ
κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
μηδ᾽ ὧν Πυθαγόρας ἐκεῖνος ἤσθιεν
τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: