previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

75. . οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς: εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον τοὺς δ᾽ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις περιέβαλλον. εἰ δέ τις [p. 168] τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι, συνάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστηκότος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος τὴν πατρίδα ἠλευθέρωσεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: