previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

59. οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ᾽ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν:

ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου
παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ,
καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε
καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν
βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. [p. 436]
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
ἒν τ᾽ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
ὀρνίθων τ᾽ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,
οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες.
ἀλλὰ σὺ μὴ πείθου κείνοις, δ᾽ ἐγὼ λέγω ἔσθε
βρωτά. τὰ δ᾽ ἄλλα γ᾽ ἐκεῖνα τραγήματα πάντα
πέφυκε
πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ᾽ ἐρέβινθοι
καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που
αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν
Ἀττικόν, ὡς τοῦτ᾽ ἐστὶν ποιεῖ κεῖνον ὑβριστήν.
οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον κατὰ τῆς γῆς
καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: