previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη: “ ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο πῶς αὐτοῦ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων ' γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ' ὀνομάζειν αἰδοῦμαι ' τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.

ἔτ᾽ οὖν ἡμῶν ἀναζητούντων μάγειρος ἔφη:

ἀλλ᾽ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων [p. 206] μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις : μάγειρος δ᾽ ἐστὶν λέγων πρὸς τοὺς μαθητὰς τάδε:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: