καὶ Ἴβυκος:
καὶ τὶν εὔχομαι φέροισα
τόνδ᾽ ἑλιχρύσω πυλεῶνα
κἠράτω κυπαίρω.
Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν
μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα.
ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ᾽ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος εἶναι καὶ πορφυρανθῆ.Φιλῖνος δὲ τὸ κρίνον ὑφ᾽ ὧν μὲν λείριον, ὑφ᾽ ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ᾽ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις. Διοκλῆς δ᾽ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων “ἀμάρακον, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.”
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. .