Πλάτων δ᾽ ἐν Πρέσβεσι:
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν.
ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
Σώφρων δ᾽ ἐν γυναικείοις μίμοις φησί: ‘ τῶν δὲ χαλκωμάτων καὶ τῶν: ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.’ ’
κᾆτ᾽ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.