οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ ὃ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος:
τὸ δὲ
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν
ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθ᾽ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ᾽ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ᾽ εἶπεν ἂν ἕτερος, τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων ι
ἀλλ᾽ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι: τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἷον [p. 196]
οἴσετε δ᾽ ἄρν᾽ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.
ἐλλείπει οὖν τό τις μόριον τὸ γὰρ πλῆρές ἐστιν ' ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν,' ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε. ”
ἔνθα δέ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν.