Ἀντιφάνης δ᾽ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις:
ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
κοινῇ τε χναύειν τευθίσιν σηπίδια
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Δίφιλος δ᾽ ἐν Ἀπλήστῳ:
οἷα δ᾽ ἐστὶν οἶσθα νῦν
ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
ἐλευθέρἰ, οὐ τάριχος οὐδ᾽ ἡδύσμασιν
ἄρνεια καταπεπασμέν᾽ οὐδὲ θρυμματὶς
τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
καὶ μὴν ῥαφάνους γ᾽ ἕψουσι λιπαράς, ὦ θεοί,
ἔτνος θ᾽ ἅμ᾽ αὐταῖς πίσινον.
Ἀλκαῖος Παλαίστρᾳ:
ἥκει φερόμεν᾽ αὐτόματα πάντα τἀγαθά,
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματ᾽ οὐδὲ ταῖς ...
θλασταῖς ἐλάαις.
Πολύζηλος δ᾽ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί:
ἤδη δ᾽ ἧψε χύτραν ῥαφάνων. [p. 180]
ὑψιπέταλοί τε κράμβαι συχναί.