previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27.

ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον

Οὐλπιανὸς ἔφη:

τήνδ᾽ ἐγὼ
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
πίστωμα φιλίας
συγγενέσι. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα:

πιὼν ἐρῶ
τὰ λοιπά3, πνίγομαι γάρ. β.4 ἀλλ᾽ ἐπιρρόφει.
καὶ Οὐλπιανὸς ἐκπιὼν ἔφη : “ ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι :

παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.
καί:

πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ᾽ ἐγὼ δώσω πιεῖν
ἀμυγδαλῆ μὲν παιζέτω παρ᾽ ἀμυγδαλῆν.
ταῦτα δ᾽ ἔφη Ξέναρχος ἐν Διδύμοις.

αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι:


τίς ἐκέρασε σφῶν, κακόδαιμον, ἴσον ἴσῳ;
καὶ Κρατῖνος ἐν Πυτίνῃ:

τὸν δ᾽ ἴσον ἴσῳ φέροντ᾽ : ἐγὼ δ᾽ ἐκτήκομαι,
ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς [p. 430] ἀρχαίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: