previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37. Νικόμαχος δ᾽ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας. λέγει δ᾽ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον

ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ
καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς;
α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας.
πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων
οὕτω τ᾽ ἐμισθώσω με; β. μὰ Δγ, ἐγώ μὲν οὐ.
α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει
μάγειρος οὐκ οἶσθ᾽. β. εἴσομαι δὲ γ᾽ ἢν λέγῃς.
α. τὸ γὰρ παραλαβόντ᾽ ὄψον ἠγορασμένον [p. 306]
πότερ᾽ ἀποδοῦναι σκευάσαντα μουσικῶς
διακόνου ' στ᾽ οὐ τοῦ τυχόντος; β. Ἡράκλεις.
α. μάγειρός ἐσθ᾽ τέλειος ἑτέρα διάθεσις.
πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ,
ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι
ταύταις προσελθεῖν εὐθύς, ἀλλ᾽ ἔμπροσθε δεῖ
ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς
πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας.,
ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν,
ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν.
τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας
ἐντεῦθεν εἴσῃ: παρακολουθήσεις χρόνοις,
πότ᾽ ἄωρός ἐσθ᾽ ἕκαστος πόθ᾽ ὥριμος,
τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα:
ἐνίοτε κρείττων γίνεται θύννου βόαξ.
β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί;
α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα
τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ᾽ ἕνα
μερίσαι κατ᾽ εἶδος τῆς τέχνης ἐπιδέξια,
ἐκεῖθεν ἐνταῦθ᾽ ἐστὶ μετενηνεγμένα.
β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς
περὶ τῆς ἰατρικῆς δέ; α. τῶν γὰρ βρωμάτων
πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν
ἔχοντ᾽ ἔνι᾽ ἔστιν, οὐ τροφήν. δειπνῶν δὲ πᾶς:
τἀλλότρια γίνετ᾽ ὀξύχειρ κοὐκ ἐγκρατής: τοῖς
δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα
εὕρητ᾽ ἐκεῖθεν, μεταφορὰ δ᾽ ἐστὶν τέχνης. [p. 308]
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον
περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται:
ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς.
οὐδεὶς ἕτερός σοι πρὸς ἔμ᾽ ἐκεῖ γραφήσεται.,
β. μίκρ᾽ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε.
β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ᾽ ἐμέ,
ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: