Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ καὶ θᾶσσον κόρος ἐμπίπτει τῆς ἐδωδῆς. ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. ἀλλὰ
[p. 160] ναὶ μὰ Δία, ἔφη ὁ Σιμωνίδης, ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται, τοῦτον πολὺ μᾶλλον ἥδονται οἱ ταῖς πολυτελεστέραις παρασκευαῖς τρεφόμενοι τῶν τὰ εὐτελέστερα παρατιθεμένων.’ 25. Θεόφραστος δ᾽ ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας εἰ γνήσιον τὸ σύγγραμμα: πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπίνικον ἐλεγειακὸν ἐποίησεν τοὺς Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν
””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.