78. οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι: προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν [p. 36] Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα:
β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
α. πότερ᾽ οὖν ἀφεῖσαι; Β. κατ᾽ ἀγορὰν ἐργάζομαι:
ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
σπονδή, δίδου σὺ σπλάγχν᾽ ἀκολουθῶν. ποῖ βλέπεις;