Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Ἀριστοτέλης δ᾽ ἐν τῇ Συρακοσίων Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ᾽ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δὲ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ᾽ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰς παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.