καὶ ὁ Ἀρχίλοχος:
θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες,
καλεῖ δὲ Στησίχορος μὲν τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ᾽ ἀγησίχορα τὰ προοίμια: Διόδωρος δ᾽ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν ‘ δοιὼ δὲ κυβιστητῆρε καθ᾽ αὑτοὺς’ ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ᾽ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον. 10. ἀλλ᾽ ὅπερ εἶπον, ἡ τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ
αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.