Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ᾽ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.’ 17. ῾ Ἡρακλείδης δ᾽ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ' ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.