πολλὰ βροτῶν θελκτήρια οἶδεν,
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, οἷς ἕκαστος τῶν χρωμένων ἀντὶ μὲν πρᾳότητος περιεποιεῖτο μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔτι δ᾽ ἴσως τοῦτο μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται ἐὰν μή τις ἀγάγῃ πάλιν εἰς τὸ συμφανὲς τὴν πάτριον μουσικήν. τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις καὶ τῶν θεῶν τοὺς ὕμνους δι᾽ ᾠδῆς ἐποιοῦντο. Ὅμηρος γοῦν φησιν ἐπ᾽ Ἀχιλλέως: ‘ ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν,’ ἤτοι ἡρώων, καὶ τὸν Φήμιον δέ φησιν ὅτι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.