Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ γόγγρος ἑφθός, τὰ δ᾽ ἀκροκώλι᾽ οὐδέπω.
τῶν δ᾽ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ :
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ᾽ ἡμῖν.
β. καὶ δῆθ᾽ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Ἀντιφάνης Παρασίτῳ:
:
χοιρίων
σκέλη καπύρ᾽. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.