Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί: κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί, αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι, οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις, καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι: εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλως δυσουροῦσιν εὔθετοι.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.