Ἀχαιός :
ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσ᾽ ὑπ᾽ ἀπιστίας τὰς οἰκίας. '
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως:
ἦ τοσούσδ᾽ Αἴτνη τρέφει
κοχλίας κεράστας;
Ἀριστοτέλης δὲ ἐν ε᾽ περὶ ζῴων μορίων φησὶν ‘οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος: μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων ’’’
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.