Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ ποτήριον τὸ καρχήσιον,1 καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ᾽ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων. ‘ τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ᾽ οἷον εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.