Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, ‘τί δῆτ᾽; ἔφη: δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω;’ γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι Σωσικράτης δ᾽ ἐν α᾽ Κρητικῶν ἴδιὸν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.