38. παράσιτοι δ᾽ ἐπ᾽ ὀνόματος ἐγένοντο Τιθύμαλλος μέν, οὗ μνημονεύει Ἄλεξις ἐν Μιλησίᾳ καὶ ἐν Ὀδυσσεῖ ὑφαίνοντι: ἐν δὲ Ὀλυνθίοις φησίν
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.
”
ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα: τοῦτο δὲ
δέδοιχ᾽ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον