Εὔβουλος δ᾽ ἐν Οἰδίποδι:
ἢ πῦρ ἐναύσει᾽ ἢ διαφθείρει᾽ ὕδωρ,
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
36. Διόδωρος δὲ ὁ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτας οὐκ ἀγλαφύρως τάδε φησὶν ”
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
ὅστις δ᾽ ἐπὶ δεῖπνον ἢ φίλον τιν᾽ ἢ ξένον
καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.