Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὔρησιν μύας,
ὄστρεα,
κτένας,
χήμας.
Ἄρχιππος δ᾽ ἐν Ἰχθύσι:
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε:
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας,
πορφύρας,
κήρυκας,
περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει:
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
[p. 372]
Σπεύσιππος δ᾽ ἐν β᾽ Ὁμοίων παραπλήσια εἶναι κήρυκας,
πορφύρας,
στραβήλους,
κόγχους.
τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως: