Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλίτας δὲ ποτήριον οὖς οὐκ ἔχον.
ἄροκλον ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.
24.
ἄλεισον καὶ δέπας τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου: ‘ἐν δ᾽ οἶνον ἔχευε χρυσείῳ δέπαι.’ εἶτα παρακατιὼν τὸ αὐτό: ‘ τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.’ καὶ ἑξῆς τὸ αὐτὸ πάλιν ‘ δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον.3’ φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός: ‘ δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας: σπένδουσι γὰρ ἐν αὐτῷ.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.