Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἱματίοις. Ἡγήσανδρος δέ φησιν οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν: ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντεα καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός.
ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα, καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ᾽ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.