Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἐκρίνετο καὶ ἀνδρώδης ὑπάρχειν θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ᾽: αὐτοῖς ἡ πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ᾽ ἀποματτόμενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων, ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾁδεται. ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία μεγάλη γίνεται καὶ
ἑστιῶνται πάντες μετὰ
[p. 182] τῶν δούλων οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ
συνδειπνοῦσιν’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.