31. ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ
ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ᾽ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ᾽ ἰσωνία
κόγχος, ἃν τέλλιν καλέομες: ἐστὶ δ᾽ ἅδιστον κρέας.