τοῦ δὲ ῥήματος μέμνηται, Φρύνιχος ἐν Τραγῳδοῖς:
προσγελῶσά τε
λοπὰς παφλάζει βαρβάρῳ λαλήματι:
πηδῶσι δ᾽ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί:
ἡδὺ δ᾽ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα ’
σὺ δ᾽ ἀποτηγανίζεις.